Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.113 Joseph. AJ 5.117 (English) >>Joseph. AJ 5.122

5.115ἔτει δʼ ὕστερον εἰκοστῷ ὑπέργηρως ὢν μεταπεμψάμενος τοὺς ἐπʼ ἀξιώματος μάλιστα τῶν πόλεων καὶ τὰς ἀρχὰς καὶ τὴν γερουσίαν καὶ τοῦ πλήθους ὅσον ἦν ἐφικτὸν αὐτῷ συναγαγών, ἐπεὶ παρῆσαν, τάς τε εὐεργεσίας τοῦ θεοῦ ἁπάσας ἀνεμίμνησκεν αὐτούς, πολλαὶ δὲ ἦσαν τοῖς ἐκ ταπεινοῦ σχήματος εἰς τοῦτο δόξης καὶ περιουσίας προελθοῦσι, 5.116φυλάττειν τε τὴν τοῦ θεοῦ προαίρεσιν οὕτως ἔχουσαν πρὸς αὐτοὺς παρεκάλει καὶ τῇ εὐσεβείᾳ, γε μόνῃ φίλον αὐτοῖς διαμένειν τὸ θεῖον· αὐτῷ γὰρ καλῶς ἔχειν ἀπιέναι μέλλοντι τοῦ ζῆν παραίνεσιν αὐτοῖς τοιαύτην καταλιπεῖν κἀκείνους ἠξίου διὰ μνήμης ποιήσασθαι τὴν παρακέλευσιν. 5.117

Καὶ μὲν τοσαῦτα πρὸς τοὺς παρόντας διαλεχθεὶς τελευτᾷ βιοὺς ἑκατὸν ἔτη καὶ δέκα, ὧν Μωυσεῖ μὲν ἐπὶ διδασκαλίᾳ τῶν χρησίμων συνδιέτριψεν τεσσαράκοντα, στρατηγὸς δὲ μετὰ τὴν ἐκείνου τελευτὴν γίνεται πέντε καὶ εἴκοσιν, 5.118ἀνὴρ δὲ μήτε συνέσεως ὢν ἐνδεὴς μήτε τοῦ τὰ νοηθέντα πρὸς τοὺς πολλοὺς σαφῶς ἐξενεγκεῖν ἄπειρος, ἀλλʼ ἐν ἀμφοτέροις ἄκρος πρός τε τὰ ἔργα καὶ τοὺς κινδύνους εὔψυχος καὶ μεγαλότολμος πρυτανεῦσαί τε τὰ κατὰ τὴν εἰρήνην δεξιώτατος καὶ πρὸς ἅπαντα καιρὸν τὴν ἀρετὴν ἡρμοσμένος. 5.119θάπτεται δὲ ἐν πόλει Θαμνᾶ τῆς Ἐφραίμου φυλῆς. θνήσκει δὲ ὑπʼ αὐτὸν τὸν καιρὸν καὶ Ἐλεάζαρος ἀρχιερεὺς Φινεέσῃ τῷ παιδὶ τὴν ἱερωσύνην καταλιπών, καὶ μνημεῖον αὐτῷ καὶ τάφος ἐν Γαβαθᾶ πόλει τυγχάνει.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.113 Joseph. AJ 5.117 (English) >>Joseph. AJ 5.122

Powered by PhiloLogic